Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.125 Joseph. AJ 2.131 (English) >>Joseph. AJ 2.136

2.129τιμωρίαν τε αὐτοὺς ὑφέξειν ἠπείλουν οὐ λανθάνοντας τὸν θεὸν οὐδʼ ἀποδράντας μετὰ τῆς κλοπῆς, εἰ καὶ τὸν διακονούμενον οἰκέτην διέλαθον. πυνθάνεσθαί τε νῦν, τί παρόντες εἴημεν, ὡς οὐκ εἰδότας· γνώσεσθαι μέντοι κολαζομένους αὐτίκα. καὶ ταῦτα καὶ πέρα τούτων οἰκέτης εἰς αὐτοὺς λέγων ἐνύβριζεν. 2.130οἱ δὲ ὑπὸ ἀγνοίας τῶν περὶ αὐτοὺς ἐχλεύαζον ἐπὶ τοῖς λεγομένοις καὶ τῆς κουφολογίας τὸν οἰκέτην ἐθαύμαζον τολμῶντα αἰτίαν ἐπιφέρειν ἀνδράσιν, οἳ μηδὲ τὴν τοῦ σίτου τιμὴν ἐν τοῖς σακκίοις αὐτῶν εὑρεθεῖσαν κατέσχον, ἀλλʼ ἐκόμισαν μηδενὸς εἰδότος τὸ πραχθέν· τοσοῦτον ἀποδεῖν τοῦ γνώμῃ κακουργῆσαι. 2.131τῆς μέντοι γε ἀρνήσεως ἀξιοπιστοτέραν ὑπολαβόντες τὴν ἔρευναν ἐκέλευον ταύτῃ χρῆσθαι κἂν εὑρεθῇ τις ὑφῃρημένος ἅπαντας κολάζειν· οὐδὲν γὰρ αὑτοῖς συνειδότες ἦγον παρρησίαν, ὡς ἐδόκουν, ἀκίνδυνον. δὲ τὴν ἔρευναν μὲν ἠξίωσε ποιήσασθαι, τὴν μέντοι τιμωρίαν ἑνὸς ἔφασκεν εἶναι τοῦ τὴν κλοπὴν εὑρεθέντος πεποιημένου. 2.132τὴν δὲ ζήτησιν ποιούμενοι καὶ πάντας τοὺς ἄλλους ἐκπεριελθόντες κατὰ τὴν ἔρευναν ἐπὶ τὸν τελευταῖον Βενιαμὶν ἧκον οὐκ ἀγνοοῦντες, ὅτι εἰς τὸ ἐκείνου σακκίον τὸν σκύφον εἶεν ἀποκεκρυφότες, ἀλλʼ ἀκριβῆ τὴν ζήτησιν βουλόμενοι ποιεῖσθαι δοκεῖν. 2.133οἱ μὲν οὖν ἄλλοι τοῦ κατʼ αὐτοὺς ἀπηλλαγμένοι δέους ἐν τῇ περὶ τὸν Βενιαμὶν φροντίδι τὸ λοιπὸν ἦσαν, ἐθάρρουν δʼ ὡς οὐδʼ ἐν ἐκείνῳ τῆς κακουργίας εὑρεθησομένης ἐκάκιζόν τε τοὺς ἐπιδιώξαντας ὡς ἐμποδίσαντας αὐτοῖς τὴν ὁδὸν δυναμένοις ἤδη προκεκοφέναι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.125 Joseph. AJ 2.131 (English) >>Joseph. AJ 2.136

Powered by PhiloLogic